Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φ΄· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.

319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι π΄· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.