Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

5. Ἀπὸ δὲ τοῦ Ψιλλίδος ποταμοῦ εἰς Κάλπην λιμένα καὶ ποταμὸν στάδια σι΄, s μίλια κη΄· τοῦτο τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν. Ὁ δὲ Κάλπης λιμήν ὁποῖόν τι χωρίον ἐστὶ, καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὅδατος, καὶ ὅτι ὗλαι πρὸς τῆ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.

6. Ἀπὸ δὲ Κάλπης λιμένος εἰς Ῥόην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, [∠΄ Ϛ΄]. Ἀπὸ δὲ Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομένην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν ᾗ λιμὴν ὑπὸ νήσῳ, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον. Ἀπὸ δὲ Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄· αὕτη ἐστὶν ἡ λεγομένη Χηλαὶ Μηδιανῶν.