Epistula ad Lucium Gellium
Arrian
Arrian. Flavii Arriani Quae Exstant Omnia, Volume 2: Scripta Minora et Fragmenta. Roos, A. G., editor. Leipzig: Teubner, 1910.
Οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημι.
ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας.
ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι. τοιαῦτα δʼ ὄντα οὐκ οἴδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους.
ἀλλʼ ἐμοί γε οὐ πολὑς λόγος, εἰ οὐχ ἴκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδʼ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα.
εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἶ λόγοι οὗτοι, ἔχοι‹εν› ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους·
εἰ δὲ μή, ἀλλʼ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν
τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ήβούλετο.εἰ δʼ οἱ λόγοι αὐτοὶ ἐφʼ αὐτῶν τοῦτο οὐ διαπράτ τονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ καὶ ἀνάγκη οὕ τως ἔχειν. ἔρρωσο.