Acies Contra Alanos
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες ---