Acies Contra Alanos

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.

προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρας τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ καὶ τῆς σπείρας τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.

ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι, καὶ Κυρηναῖοι οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ.

τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι· τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ.