Acies Contra Alanos
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι, καὶ τοὺς μὲν ἀτακτοῦντας ἐς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω. οὕτω μὲν τεταγμένους ἰέναι.
ἐλθόντας δὲ ἐς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆσαι ἐν κύκλῳ ἐς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι ἐς τὰ ὑπερδέξια χωρία σκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι
ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρᾳ τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες.