Acies Contra Alanos
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ δεκάδαρχοι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς ἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρας τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος, ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς ἴλης ᾗ ὄνομα Κολῶνες. συντετάχθων δὲ αὐτοῖς Ἰτουραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς.
συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππῆς, καὶ οὗτοι ἐπὶ δυοῖν, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου.
πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Οὐήρῳ τῷ σφετέρῳ ἄρχοντι.
ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλασσόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ Ἀκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἰόντων, καὶ ἐπὶ τούτοις οἱ
τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφʼ αὐτῷ ὁ ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος καὶ οἱ χιλίαρχοι οἷς τέτακται, καὶ οἱ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρας ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ τεσσάρων τεταγμένους ἰέναι.
ἐπὶ δὲ τῇ πεντεκαιδεκάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλίαρχοι ἀμφʼ αὐτῷ καὶ ἑκατόνταρχοι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.
ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς σμικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων, οἱ ὁπλῖται καὶ οἱ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν Ἀπλανῶν ἡγεῖται.
ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ ἴλη τῶν Γετῶν καὶ ὁ ταύτης ἴλαρχος.
τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν ἑκατόνταρχοι καὶ οἱ ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ἴλη ἡ Ἀλλακτικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππῆς. ὁ δὲ ἴλαρχος αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.