Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τὸ δὲ σύμπαν σύνταγμα τοῦ πλήθους φάλαγξ ὀνομάζεται· ἧς μῆκος μὲν τὸ πρῶτον ἂν εἴη ἐκ τῶν λοχαγῶν σύνταγμα, ὅπερ καὶ μέτωπον ἤδη τινὲς ὀνομάζουσιν, ἔστιν δὲ οἳ πρόσωπον καὶ ζυγόν, καὶ στόμα δὲ ἄλλοι ταὐτὸ τοῦτο, καὶ πρωτολοχίαν ἄλλοι.

τὸ δὲ κατόπιν τοῦ μετώπου ἅπαν ἔστε ἐπὶ τοὺς οὐραγούς, βάθος ὀνομάζεται. καὶ τὸ μὲν κατὰ μῆκος ἐπʼ εὐθείας εἶναι τοὺς πρωτοστάτας τοῖς πρωτοστάταις καὶ τοὺς ἐπιστάτας τοῖς ἐπιστάταις συζυγεῖν καλοῦσι, στοιχεῖν δὲ τὸ κατὰ βάθος ἐπʼ εὐθείας εἶναι τοὺς οὐραγοὺς καὶ λοχαγούς. τέμνεται δὲ ἡ φάλαγξ ἐς μέρη τὰ μέγιστα δύο,

δίχα διαιρουμένου τοῦ παντὸς μετώπου ἔστε ἐπὶ τὸ πᾶν βάθος. καὶ τούτου τὸ μὲν ἥμισυ τὸ ἐν δεξιᾷ δεξιὸν καλεῖται κέρας καὶ κεφαλή· τὸ δʼ ἐν ἀριστερᾷ εὐώνυμον κέρας καὶ οὐρά.

ἵνα δὲ ἡ διχοτομία γίγνεται τοῦ μήκους, ὀμφαλὸς ὀνομάζεται καὶ στόμα καὶ ἀραρός. ἐπὶ δὲ τοῖς ὁπλίταις τὸ πολὺ οἱ ψιλοὶ τάσσονται,