Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν,

p.134
τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν. ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν ἱππέων.

αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι· τόν τε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν.

ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.