Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλʼ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.

εἰ γάρ τοι ἐπʼ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο.

οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρʼ ἄλλων λαβόντας — καὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰπαρʼ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρʼ ἄλλων λαβόντες

ὡς οἰκείους σέβουσιν. τὰ γοῦν ἐπʼ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων. δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια· καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὂν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δʼ ἡ Ῥέα, ἀφʼ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται.

καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο,

p.130
τοὺς πολλοὺς εὕροις ἂν παρʼ Ἀθηναίων λαβόντας.

καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα· ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.