Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁ δὲ ῥόμβος ὧδε ἔχει. ὁ μὲν ἴλαρχος πρῶτος τάσσεται, οἱ δʼ ἐφ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλʼ ἐς τοσόνδε ὑποβεβηκότες, ὥστε τὰς κεφαλὰς κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου τετάχθαι, ὅτῳ ὁ ἴλαρχος ἐποχεῖται. καὶ οὕτω τοὺς ἐφεξῆς στίχους

πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ ταὐτὰ ἐς στενὸν συνάγοντες τὸν ῥόμβον ἐκπληροῦσι.

τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστʼ ἐνταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα. ἑτερομήκης δʼ ἐστὶ τάξις ἡ τὸ βάθος τοῦ μετώπου μεῖζον ἔχουσα ἢ τοῦ βάθους τὸ μέτωπον, ἥπερ ἀμείνων τῆς προτέρας ἐς τοὺς ἀγῶνας, εἰ μή που διεκπεσεῖν διὰ πολεμίας τάξεως ἐθέλοιμεν —

τότε γὰρ ἡ βαθυτάτη τε καὶ κατὰ μέτωπον στενοτάτη τάξις ἂν εἴη ὠφελιμωτάτη —, ἢ εἴ που ἀποκρύψαι δέοι τῶν ἱππέων τὸ πλῆθος, ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς θάρσος ἀσύμφορον.

ἡ δʼ ἐφʼ ἑνὸς ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, ἢ εἴ που καταπατῆσαί τι ἤ ἀφανίσαι ἐθέλοιμεν· ἐς δὲ τοὺς ἀγῶνας τὸ πολὺ ἀσύμφορος.