Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατʼ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.

τούς γε μὴν ψιλοὺς ἄλλοτε ἄλλῃ τακτέον· ἄλλοτε γὰρ ἄλλῃ ὠφέλιμοι γίγνονται τεταγμένοι, ὅπως ἂν ἢ τὰ τῆς χώρας ἔχῃ, ἵνα ἡ παράταξις γίγνεται, ἢ τῶν πολεμίων ἡ παρασκευή, πρὸς οὕστινας ἀντιτασσόμεθα.

ποτὲ μὲν γὰρ προτετάχθαι δεήσει τῆς φάλαγγος, ἄλλοτε δὲ ἐν τοῖς δεξιοῖς νῦν δὲ ἐν τοῖς εὐωνύμοις τετάχθαι· τὸ πολὺ δὲ καὶ κατόπιν τῶν ὁπλιτῶν ἱστάμενοι ὠφελοῦσιν· ἤδη δὲ καὶ ἐς λόχους καταχωρισθέντων τῶν πεζῶν, λόχοι τῶν ψιλῶν παρενεβλήθησαν ἐναλλάξ.

τὸν δὲ ἀριθμὸν τάξεώς τε ἑκάστης καὶ τὰ ὀνόματα αὐτῆς τε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον.

πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν, εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς

p.115
λόχους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλʼ ὀκτώ, ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν.

οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα· αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν· αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσιν ἀνδρῶν καὶ ἑκατόν.

καθʼ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία· αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακοσίων.

αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων· αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν ἐνενήκοντα δυοῖν ἐπόντοιν.

δεῖ δὲ καὶ τούτοις συντετάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσονται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμμάταρχοι. ὠφέλιμοι δʼ ἐν μάχῃ τοξόται τε καὶ ἀκοντισταὶ

καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις διαχρῶνται πολλαχῆ·

καὶ γὰρ ὅπλα συντρῖψαι τῶν πολεμίων ἱκανοί, μάλιστα δὲ οἱ τοῖς λίθοις ἀκροβολιζόμενοι, καὶ τραύματα ἐκ μακροῦ ἐμβαλεῖν, εἰ δὲ βιαιοτέρα πληγὴ γένοιτο, καὶ κατακανεῖν.

χρήσιμοι δʼ ἐκκαλέσασθαι

p.116
ἐκ χωρίου ὀχυροῦ πολεμίους τῷ διὰ μακροῦ τὰ βέλη ἀφιέντες ἐλπίδα παρέχειν ὅτι ἐπιόντας οὐκ ἂν δέξαιντο.

χρήσιμοι δὲ καὶ φάλαγγα τεταγμένην διαλῦσαι καὶ ἵππον ἐπιφερομένην ἀναστεῖλαι καὶ χωρία ὑπερδέξια καταλαβέσθαι τῷ τε ταχεῖς εἶναι διὰ κουφότητα καὶ τῷ, εἰ καταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελάσαι αὐτοῖς ἄνευ πολλῶν τραυμάτων.

χρήσιμοι δὲ καὶ ἀποκρούσασθαι ἀπὸ χωρίου τοὺς κατειληφότας, οὐχ ὑπομένοντας τὰ τραύματα, ἐπιτήδειοι δὲ καὶ τὰ ὕποπτα χωρία διερευνήσασθαι, ὠφέλιμοι δὲ καὶ ἐς ἐνέδραν ἐγκαθέζεσθαι, ἑνί τε λόγῳ καὶ προαγωνίσασθαι τῶν πεζῶν ἀγαθοὶ καὶ συναγωνίσασθαι ὠφέλιμοι καὶ ἐπιμαχόμενοι ἱκανοὶ τελέαν τὴν ἧσσαν τοῖς πρὸς τῶν πεζῶν τραπεῖσι βαρβάροις καταστῆσαι.