Periplus Ponti Euxini

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν προσσχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅποι προσσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅποι ὁρμίσασθαι. οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπʼ ἄκρου τοῦ

κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τῶν Διοσκόρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκοροι τοῖς πανταχοῦ πλωιζομένοις ἐναργεῖς φαίνονται καὶ φανέντες σωτῆρες γίγνονται, ὃ δὲ τοῖς πελάζουσιν ἤδη τῇ νήσῳ. οἳ δὲ καὶ τὸν Πάτροκλόν

σφισιν ὀφθῆναι ἐνύπνιον λέγουσιν. τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προσσχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκεῖ οὐκ ἄπιστα εἶναι.

Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῇ Ὁμήρου ἐπʼ αὐτῷ ποιήσει καὶ τῷ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.