Periplus Ponti Euxini

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ναυσὶ σμικραῖς. ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῇ νησῖδι. καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν. ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον. ἐνθένδε ἐς τοῦ Ὑπίου

τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ Λιλλίου ἐς Ἐλαῖον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. ἀπὸ Κάλητος

ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα,

καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαῖον. καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα. καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα. Σανδαράκη ὅρμος ναυσὶ σμικραῖς. ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα.

καὶ ἀπὸ Κρηνίδων ἐς Ψύλλαν ἐμπόριον τριάκοντα. ἐνθένδε ἐς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα. ἀπὸ δὲ Τίου ἐς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν. ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν. μέχρι τοῦδε Θρᾷκες οἱ Βιθυνοὶ νέμονται, ὧν καὶ Ξενοφῶν

ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἶεν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε τῇ χώρᾳ ἔπαθεν,

p.96
ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἀρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.