Periplus Ponti Euxini

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει. κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερόν, ἐν ᾧ νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου. τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοῖς ἐς τὸν Πόντον πλέουσιν.

ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾷ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, ὁ περίπλους ὧδε ἔχει. τὸ Ἱερὸν τοὺ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν. καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθʼ ὅ τι ἐσβάλλει

ἐς τὴν Προποντίδα. ταῦτα μὲν εἰδότι σοι λέγω. ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα. ἔπειτα ἡ Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.

ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν. ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι

στάδιοι. ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ

p.95
καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται. ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος