Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

αὐτίκα ὅσαι σκυθρωπαὶ κύνες πρὸς ἅπαντας, οὐ γενναῖαι· εἰ δὲ ἔστιν ἃς εὕροις πρὸς μὲν τοὺς ἀγνῶτας χαλεπάς, τῷ δὲ ἀνατρέφοντι προσφιλεῖς, τοῦτο ἀγαθὸν μᾶλλον ἢ κακόν.

ἤδη δὲ ἔγνων κύνα, ἥτις οἴκοι μὲν κατηφὴς ἦν καὶ οὐδενὶ τῶν πλησιαζόντων ἔχαιρεν· ἐπὶ θήραν δὲ ἐξαγομένη ὑπερηυφραίνετο καὶ παντὶ τῷ προσελθόντι προσμειδιῶσα καὶ προσσαίνουσα διεδήλου ὅτι ἀνιᾶται οἴκοι μένουσα.

καὶ τοῦτο ἀγαθόν. κράτισται δὲ αἱ φιλανθρωπόταται

p.64
καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώπου οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήσσονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται [— καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων —], καθάπερ ἄνθρωποι οἱ δειλοὶ καὶ ἔκφρονες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν γενναῖαι.

κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χωρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα ἀνακαλούμεναι, ἀλλʼ ἀποσκιρτῶσιν, καὶ ἢν μὲν πράως μετακαλῇς, καταφρονοῦσιν, ἢν δὲ σὺν ἀπειλῇ, δειμαίνουσαι οὐ προσίασιν.

ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν, εἰ καὶ μὴ καλοίη αὐτήν, σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ δὴ ἐθέλει· ἔτι δὲ εἰ μὴ λαμβάνοιτο, πάλιν αὖ ἀποσκιρτάτω, καὶ πάλιν ἐπανίτω.

πεπαιδευμέναι δέ, ὅσαι φθεγξαμένου τοῦ κυναγωγοῦ ὑποκατακλίνονται, μὴ ὑπὸ δέους, ἀλλὰ φιλοφρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι, καθάπερ οἱ προσκυνοῦντες μέγαν βασιλέα. οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ λυθεῖσαν κύνα ἀγαθόν, εἰ μὴ πρεσβυτέρα τύχοι· ὄκνον γὰρ σημαίνει.

ταῖς δὲ γενναιοτάταις καὶ ἐπισκύνιον πρόσεστιν, καὶ σοβαραὶ φαίνονται, καὶ τὸ βάδισμα κοῦφον καὶ πυκνὸν καὶ ἁβρόν· καὶ μεταβάλλουσιν τὰς πλευράς, καὶ τὸν τράχηλον ἀνατείνουσιν, καθάπερ οἱ ἵπποι, ἐπειδὰν λαμπρύνωσιν.