Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

κύων δὲ θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. καὶ ὅτι διʼ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ ταύτῃ ἐντιμότερον.

καὶ αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκὺ· ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάσσουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ.

ἀλλὰ χρὴ θύειν Ἀρτέμιδι Ἀγροτέρᾳ ἐπὶ τῷδε τῷ κτήματι· θύειν δὲ χρὴ καὶ ἐπὶ θήρᾳ εὖ πράξαντα, καὶ ἀνατιθέναι ἀπαρχὰς τῶν ἁλισκομένων τῆ θεῷ, τε ἀποκαθαίρειν τὰς κύνας καὶ τοὺς κυνηγέτας, κατὰ τὰ πάτρια, ὡς νόμος.

Κελτῶν δὲ ἔστιν οἷς νόμος καὶ ἐνιαύσια θύειν τῇ Ἀρτέμιδι, οἳ δὲ καὶ θησαυρὸν ἀποδεικνύουσιν τῇ θεῷ. καὶ ἐπὶ μὲν λαγῷ ἁλόντι δύʼ ὀβολὼ ἐμβάλλουσιν ἐς

p.78
τὸν θησαυρόν, ἐπὶ δὲ ἀλώπεκι δραχμήν, ὅτι ἐπίβουλόν τὸ χρῆμα, καὶ τοὺς λαγὼς διαφθείρει· τούτου ἕνεκα πλέον ἐμβάλλουσιν, ὡς ἐπὶ πολεμίῳ ἁλόντι. ἐπὶ δὲ δορκάδι τέσσαρας δραχμάς, ὅτι μέγα τὸ ζῴον καὶ ἡ θήρα ἐντιμοτέρα.

περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν τὰ γενέθλιαἥκῃ τῆς Ἀρτέμιδος, ἀνοίγνυται μὲν ὁ θησαυρός, ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται, οἳ μὲν οἶν, οἳ δὲ αἶγα, οἳ δὲ μόσχον, εἰ οὕτω προχωροίη.