Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

θηρῶσιν δὲ καὶ Κελτοὶ ἀφαιροῦντες τὰ ἄρκυς, ὅσοι γε οὐκ ἀπὸ κυνηγεσίων βιοτεύουσιν, αὐτοῦ τοῦ ἐν θήρᾳ καλοῦ ἕνεκα· ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν ἢ τὸ Καρικὸν καὶ Κρητικὸν, τὴν δὲ ἰδέαν ἀνιαρὸν καὶ θηριῶδες.

καὶ αὗται ἰχνεύουσιν σὺν κλαγγῇ καὶ ὑλαγμῷ, ὁπόσα αἱ Καρικαὶ ἐπικλάζουσαι. ἀλλʼ αὗταί γε ἔτι μᾶλλον ἔκφρονες γίγνονται, ἐπειδὰν αἴσθωνται ἴχνους· καὶ ἐστιν ὅτε καὶ ἐπὶ ἑώλοις ὑπερλαμπρύνονται.

ὥστε ἐμεμψάμην ἔγωγε αὐτῶν τὸ πολὺ τῆς κλαγγῆς καὶ τὸ ὅμοιον ἐπὶ παντὶ ἴχνει, τῷ δρομαίῳ οὐ μεῖον ἢ τῷ εὐναίῳ.

μεταθεῖν δὲ καὶ ἀνευρίσκειν τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί εἰσιν οὔτε τῶν Κρητικῶν, ὅτι μὴ κατὰ τὴν ὠκύτητα. ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγῶ χειμῶνος ὥρᾳ κατακάνοιεν· τοσαύτην διατριβὴν ἐς τὸ ἀναπαύεσθαι αὐτῷ παρέχουσιν, εἰ μή πη ἄρα ὑπὸ θορυβούντων κυνῶν ἁλοίη ἔκφρων γενόμενος. καλοῦνται δὲ Ἐγούσιαι αἵδε αἱ κύνες, ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι, οὗ πρῶτον, ὥς γέ μοι δοκεῖ, ἔφυσάν τε καὶ ηὐδοκίμησαν.

ἀλλʼ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθῃ λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν

p.60
ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας αὐτῶν λέγειν, ἧς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ τοῦτο εἰπεῖν μόνον, ὡς δασεῖαι καὶ πονηραὶ ἰδεῖν, καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται. ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν. καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε καὶ ἐλεεινή ἐστιν, καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ, ἀλλʼ ὡς οἰκτιζόμεναι καὶ λιπαροῦσαι.

περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀναγράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν, οὐκ ἀπὸ ἔθνους οὐδενός, καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι, ἀλλʼ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ αἱ ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπʼ ἀμφοῖν, οὕτω δὲ

καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ ὅσαις ἁπλῆ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ ἐστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.