Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τὰ δὲ ἄλλα ὡσαύτως παραφυλάσσειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως πρακτέον.

φυλάσσειν δὲ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας· οὔτε γὰρ ἡ γονή πω αὐτοῖς πέπηγεν, ἀλλʼ ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ ἡ τῶν παίδων, αὐτοί τε διαφθείρονται πάμπαν, ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλʼ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν εἴη τῇ συμμέτρῳ. ἐφιέσθων δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα, ἐπειδὰν

ἀποκαθαρθῇ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλʼ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν.

προσέχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγίγνεται, ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα, ἔτι δὲ φυλάσσει τὴν ἐπιθυμίαν. ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ ἀπὸ διέτους ἐς ἕβδομον ἔτος.

κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ

p.76
ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος.