Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

p.74
θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν, πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός, εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής, λαγῶ ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ, καὶ τὴν μὲν ἐγγύθεν ἐφιέναι τῷ λαγῷ τήν τε ὄψιν αὐτὴν ἐμπίμπλασθαι καὶ ἐγγὺς ὁρῶσαν μετʼ ἐλπίδος ἀγαθῆς πονεῖν,

κύνα δὲ ἄλλην τελείαν ἐφιέναι ὕστερον, ὡς μὴ ἐπὶ πολὺ κακοπαθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγῶ παραδώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦσιν, ἔστε κατακανεῖν.

ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ, πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν, ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς κυσίν.

ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ περιφανεῖ καὶ ὑπερδεξίῳ, καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι· τοῦτο γάρ τοι περὶ τῶν ἐς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν ἐκεῖνος.

κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας, πλάζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται.

καὶ τοίνυν εἴ ποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς, οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει, ἀλλʼ ὑπὸ μελέτης τοῦ θεῖν ἐπὶ μηδενὶ εἰδῇ πλάζεται, καὶ μαινομένῃ ἔοικεν.

ἀλλʼ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ, ὁποῖον ἤδη μοι λέλεκται, κρυπτόμενον οἷ μάλιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος

ὁ λαγὼς ὑποκάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέναι, μὴ κατὰ στόμα· ἡ μὲν γὰρ κύων ἐξορμήσασα ἐπʼ εὐθὺ ἐξενεχθήσεται, ὁ δὲ λαγὼς ἐξελίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι, καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν, εἰ μὴ ἀνεθείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς,

p.75

ἀλλʼ ἐάσαντα παραμεῖψαι τὸν λαγῶ ἐκ τοὺ πλαγίου χρὴ ἐφιέναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλʼ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.