Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν· χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι, καὶ παραμυθίαν ἴσχουσιν τῶν τόνων τὸ γιγνώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς.

καὶ δὴ τὸ ἐν πρώτῳ μὲν δρόμῳ, ὁσάκις φίλον, ἀνακαλεῖν οὐ κωλύω· ἐν δευτέρῳ δὲ ἢ τρίτῳ, ὁπότε εἰκὸς διαπεπονῆσθαι τὴν κύνα, κωλῦσαι ἄν μοι δοχῶ θαμινὰ ἀνακαλεῖν αὐτὴν ὀνομαστί, μή ποτε ἄρα ὑπὸ μένους καὶ προθυμίας, χαρίζεσθαι τῷ δεσπότῃ ἐθέλουσα, ἔπειτα παρὰ δύναμιν ἐνταθεῖσα ῥήξειέν τι τῶν ἐντός. πολλαὶ

p.70
γὰρ ἤδη οὕτω γε κύνες καὶ αἱ γενναιόταται διεφθάρησαν.

ἀλλὰ τηνικαῦτα ἀφιέναι διαγωνίζεσθαι, ὅπως ἐθέλουσιν· οὐ γάρ τοι οὐδʼ ἴσος ἁγὼν λαγῷ καὶ κυνί· ἀλλʼ ὃ μὲν ὅποι βούλεται θεῖ, ἣ δὲ ἐφομαρτεῖ· καὶ ὃ μὲν ἐξελίξας τὸν δρόμον καὶ διαρρίψας τὴν κύνα ἵεται τοῦ πρόσω, ἥ δέ, εἰ διαρριφθείη, πλάζεται. καὶ ἀνάγκη φθάσαντα αὖ μεταθεῖν καὶ ἀναλαβεῖν, ὅσον ἐξηνέχθη τοῦ δρόμου.

καὶ αἱ δυσχωρίαι δὲ πρὸς τοὺ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνός, οἷα τὰ τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν. καὶ τὸ περὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθησιν τῶν δυσκόλων.