Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, ᾗ οὔνομα Κατάδερβις· καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔνομα.

ἐνθένδε δὲ ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βραχέα

p.52
ἐκομίζοντο ἐπὶ μιῆς νεός· πασσάλοισι δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βραχέα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημήια τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας.

ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ἐόντα τοῖσιν ἐποκείλασι ταχέαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐπʼ ἑκάτερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιῇ μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι.

οὔτε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοῖς οὐδέν τι ἐπωφέλεον, ἀνθρώποις τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε ἐπὶ τὰ στήθεα.

οὕτω δὴ χαλεπῶς διεκπλώσαντες ἐς σταδίους ἑξακοσίους κατὰ νέα ἕκαστοι ὁρμισθέντες, ἐνθαῦτα δείπνου ἐμνήσθησαν.

τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλωον καὶ τὴν ἐπεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν· καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ κατωρμίσθησαν ἐπὶ τῷ στόματι τοῦ Εὐφράτεω πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης χώρης — οὔνομα δὲ αὐτῇ Διρίδωτις —,

ἵνα λιβανωτόν τε ἀπὸ τῆς πέριξ γῆς οἱ ἔμποροι ἀγινέουσι καὶ τὰ ἄλλα ὅσα θυμιήματα ἡ Ἀράβων γῆ φέρει.

ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτεω ἔστε ἐπὶ Βαβυλῶνα λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριηκοσίους.