Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὑπὲρ δὲ τοὺς Ἰχθυοφάγους Ραδρώσιοι ἐς τὸ ἄνω οἰκέουσι γῆν πονηρὴν καὶ ψαμμώδεα, ἔνθα καὶ τὰ πολλὰ κακὰ ἡ στρατιή τε Ἀλεξάνδρῳ ἔπαθε καὶ αὐτὸς Ἀλέξανδρος, ὥς μοι ἤδη ἐν τῷ ἄλλῳ λόγῳ ἀπήγηται.

ὡς δὲ ἐς τὴν Καρμανίην ἀπὸ τῶν Ἰχθυοφάγων κατῆρεν ὁ στρατός, ἐνθαῦτα ἵνα πρῶτον τῆς Καρμανίης ὡρμίσαντο, ἐπʼ ἀγκυρέων ἐσάλευσαν, ὅτι ῥηχίη παρετέτατο ἐς τὸ πέλαγος τρηχέα.

ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον.

καὶ ἡ Καρμανίη τῶν Ἰχθυοφάγων τῆς γῆς καὶ τῶν Ὠρειτέων εὐδενδροτέρη τε καὶ εὐκαρποτέρη ἐστί, καὶ ποιώδης μᾶλλόν τι καὶ εὔυδρος.

ὁρμίζονται δὲ ἐν Βάδει χώρῳ τῆς Καρμανίης οἰκεομένῳ, δένδρεά τε πολλὰ ἥμερα ἔχοντι πλὴν ἐλαίης, καὶ ἀμπέλους ἀγαθάς, καὶ σιτοφόρῳ.

ἐνθένδε ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους ὀκτακοσίους, πρὸς αἰγιαλῷ ὁρμίζονται ἐρήμῳ, καὶ κατορέουσιν ἄκρην μακρὴν ἀνέχουσαν ἐπὶ πολλὸν ἐς τὸ πέλαγος· ἀπέχειν δὲ ἐφαίνετο ἡ ἄκρη πλόον ὡς ἡμέρης.

καὶ οἱ τῶν χώρων ἐκείνων δαήμονες Ἀραβίης ἔλεγον τὴν ἀνέχουσαν ταύτην ἄκρην, καλέεσθαι δὲ Μάκετα· ἔνθεν τὰ κιννάμωμά τε καὶ ἄλλα τοιουτότροπα ἐς Ἀσσυρίους ἀγινέεσθαι.

καὶ ἀπὸ τοῦ αἰγιαλοῦ τούτου, ἵναπερ ὁ στόλος ἐσάλευε, καὶ τῆς ἄκρης, ἥντινα καταντικρὺ ἀπεώρων ανέχουσαν ἐς τὸ πέλαγος, ὁ κόλπος — ἐμοί τε δοκέει καὶ Νεάρχῳ ὡσαύτως ἐδόκεεν — ἐς τὸ ἔσω ἀναχέεται, ὅπερ οἰκὸς ἡ Ἐρυθρὴ θάλασσα.

ταύτην τὴν ἄκρην ὡς κατεῖδον, Ὀνησίκριτος μὲν ἐπέχοντας ἐπʼ αὐτὴν πλώειν ἐκέλευεν, ὡς μὴ κατὰ τὸν κόλπον ἐλαστρεῦντας ταλαιπωρέεσθαι.