Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.

παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.

λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.

ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.

φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·

ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους

p.34
ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.

ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖαι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.

ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.

ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.