Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὅκως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλωσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παραπλόῳ ἔθνεα κατεστρέψατο, καὶ ὅκως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖσιν ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλλοῖσι, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅκως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ.

ὁ δὲ λόγος ὅδε τοῦ παραπλόου μοι ἀπήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλωσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.

Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος· πόθον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν,

ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή τινι ἄρα χώρῃ ἐρήμῃ ἐγκύρσας ἢ ὅρμων ἀπόρῳ ἢ οὐ συμμέτρως ἐχούσῃ τῶν ὡρέων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖσιν ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ καὶ ἄτοπον ἐργάζεσθαι.

ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοεύμενα ἐπιλέξαιτο, καὶ ἅμα

p.26
τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα τοῦ δῆθεν ἠμελημένως αὐτοὺς ἐς προῦπτον κίνδυνον ἐκπέμπεσθαι.

λέγει δὲ Νέαρχος ἑωυτῷ ξυνοῦσθαι Ἀλέξανδρον ὅντινα προχειρίσηται ἐξηγέεσθαι τοῦ στόλου. ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα τοὺς μὲν ὡς οὐκ ἐθέλοντας κινδυνεύειν ὑπὲρ οὗ ἀπολέγειν, τοὺς δὲ ὡς μαλθακοὺς τὸν θυμόν, τοὺς δὲ ὡς πόθῳ τῆς οἰκηίης κατεχομένους, τοῖσι δὲ

ἄλλο καὶ ἄλλο ἐπικαλέοντα, τότε δὴ αὐτὸν ὑποστάντα εἰπεῖν ὅτι “ὦ βασιλεῦ, ἐγώ τοι ὑποδέκομαι ἐξηγήσεσθαι τοῦ στόλου, καὶ εἰ τὰ ἀπὸ τοῦ θείου συνεπιλαμβάνοιτο, περιάξω τοι σῴας τὰς νέας καὶ τοὺς ἀνθρώπους ἔστε ἐπὶ τὴν Περσίδα, εἰ δὴ πλωτός τέ ἐστιν ὁ ταύτῃ πόντος καὶ τὸ ἔργον οὐκ ἄπορον γνώμῃ ἀνθρωπίνῃ.”

Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑωυτοῦ φίλων ἐμβάλλειν, αὐτὸς δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρέειν.

οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου παντός.

καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ ἐπὶ τῷ παραπλόῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι σωθήσεσθαι ἔμελλεν.

λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.

πολλὸν δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόντον, σφάγιά τε Ποσειδῶνι

p.27
ἐντεμεῖν καὶ ὅσοι ἄλλοι θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ χαρίσασθαι.

τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυχίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐπικτὸν ἡγέεσθαι.