Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

Εὐμενεῖ, οὐχ ἑκόντα ἑκόντι. ἐν ταύτῃ τῇ ὁδῷ καὶ τὸ πεδίον λέγεται ἰδεῖν Ἀλέξανδρον τὸ ἀνειμένον ταῖς ἵπποις ταῖς βασιλικαῖς, αὐτό τε πεδίον Νησαῖον καλούμενον καὶ αἱ ἵπποι ὅτι Νησαῖαι κληΐζονται λέγει Ἡρόδοτος· εἶναι δὲ πάλαι μὲν ἐς πεντεκαίδεκα [*](Herod. III 106; wII 40) μυριάδας τῶν ἵππων, τότε δὲ Ἀλέξανδρον οὐ πολὺ πλείονας τῶν πέντε καταλαβεῖν· πρὸς λῃστῶν γὰρ διαρπαγῆναι τὰς πολλὰς αὐτῶν.

ἐνταῦθα λέγουσιν ὅτι Ἀτροπάτης ὁ τῆς Μηδίας σατράπης γυναῖκας ἑκατὸν αὐτῷ ἔδωκεν, ταύτας φάσκων εἶναι τῶν Ἀμαζόνων, καὶ ταύτας σκευῇ ἀνδρῶν ἱππέων

p.308
ἐσταλμένας, πλήν γε δὴ ὅτι πελέκεις ἀντὶ δοράτων ἐφόρουν καὶ ἀντὶ ἀσπίδων πέλτας· οἱ δὲ καὶ τὸν μαστὸν λέγουσιν ὅτι μείονα εἶχον τὸν δεξιόν, ὃν δὴ καὶ ἔξω εἶχον ἐν ταῖς μάχαις.

ταύτας μὲν δὴ ἀπαλλάξαι τῆς στρατιᾶς Ἀλέξανδρον, μή τι νεωτερισθείη κατʼ αὐτὰς ἐς ὕβριν πρὸς τῶν Μακεδόνων ἢ βαρβάρων· κελεῦσαι δὲ ἀπαγγεῖλαι πρὸς τὴν βασίλισσαν σφῶν ὅτι αὐτὸς ἥξει πρὸς αὐτὴν παιδοποιησόμενος. ταῦτα δὲ οὔτε Ἀριστόβουλος οὔτε Πτολεμαῖος οὔτε τις ἄλλος ἀνέγραψεν ὅστις ἱκανὸς ὑπὲρ τῶν τηλικούτων τεκμηριῶσαι.

οὐδὲ δοκεῖ μοι ἐν τῷ τότε σώζεσθαι τὸ γένος τῶν Ἀμαζόνων, οὐδʼ ἔτι πρὸ Ἀλεξάνδρου, ἢ [*](cf. tamen Xen. An. 4. 4, 16) Ξενοφῶν ἂν ἐμνήσθη αὐτῶν, Φασιανῶν τε μνησθεὶς καὶ Κόλχων καὶ ὅσα ἄλλα ἀπὸ Τραπεζοῦντος ὁρμώμενοι [*](Xen. An. 4.6, 5 8, 8) ἢ πρὶν ἐς Τραπεζοῦντα κατελθεῖν οἱ Ἕλληνες ἐπῆλθον ἔθνη βαρβαρικά, ἵναπερ καὶ ταῖς Ἀμαζόσιν ἐντετυχήκεσαν ἂν, εἴπερ οὖν ἔτι ἦσαν Ἀμαζόνες.

μὴ γενέσθαι μὲν γὰρ παντελῶς τὸ γένος τούτων τῶν γυναικῶν οὐ πιστὸν δοκεῖ ἔμοιγε, πρὸς τοσούτων καὶ τοιούτων ὑμνηθέν. ὡς Ἡρακλέα τε ἐπʼ αὐτὰς λόγος κατέχει ὅτι ἐστάλη καὶ ζωστῆρά τινα Ἱππολύτης τῆς βασιλίσσης αὐτῶν ὅτι ἐς τὴν Ἑλλάδα ἐκόμισε, καὶ οἱ ξὺν Θησεῖ Ἀθηναῖοι ὅτι ἐπιούσας τὰς γυναῖκας ταύτας τὴν Εὐρώπην πρῶτοι μάχῃ νικήσαντες ἀνέστειλαν· καὶ γέγραπται ἡ Ἀθηναίων καὶ Ἀμαζόνων μάχη πρὸς Μίκωνος οὐ μεῖον ἤπερ ἡ Ἀθηναίων καὶ Περσῶν.

[*]( Hdt. 4.110-117; Hdt. 9.27) καὶ Ἡροδότῳ πολλάκις περὶ τῶν γυναικῶν τούτων πεποίηται, καὶ ὅσοι Ἀθηναίων τοὺς ἐν πολέμῳ τελευτήσαντας λόγῳ ἐκόσμησαν, καὶ τοῦ πρὸς Ἀμαζόνας ἔργου Ἀθηναίων ἐν τοῖς μάλιστα μνήμην ἐποιήσαντο. εἰ δὲ ἱππικὰς δή τινας γυναῖκας Ἀτροπάτης ἔδειξεν

p.309
Ἀλεξάνδρῳ, βαρβάρους τινὰς ἄλλας γυναῖκας ἱππεύειν ἠσκημένας δοκῶ ὅτι ἔδειξεν ἐς τὸν λεγόμενον δὴ τῶν Ἀμαζόνων κόσμον ἐσταλμένας.