Ἀλεξάνδρου Ἀνάβασις
Arrian
Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
θάψας δὲ ὡς νόμος αὐτῷ τοὺς τελευτήσαντας Εὐμενῆ τὸν γραμματέα ἐκπέμπει ἐς τὰς δύο πόλεις τὰς ξυναφεστώσας τοῖς Σαγγάλοις δοὺς αὐτῷ τῶν ἱππέων ἐς τριακοσίους, φράσοντα[ς] τοῖς ἔχουσι τὰς πόλεις τῶν τε Σαγγάλων τὴν ἅλωσιν καὶ ὅτι αὐτοῖς οὐδὲν ἔσται χαλεπὸν ἐξ Ἀλεξάνδρου ὑπομένουσί τε καὶ δεχομένοις φιλίως Ἀλέξανδρον· οὐδὲ γὰρ οὐδὲ
οἱ δὲ ʽἤδη γὰρ ἐξήγγελτο αὐτοῖς κατὰ κράτος ἑαλωκότα πρὸς Ἀλεξάνδρου τὰ Σάγγαλἀ φοβεροὶ γενόμενοι ἔφευγον ἀπολιπόντες τὰς πόλεις. καὶ Ἀλέξανδρος, ἐπειδὴ ἐξηγγέλθη αὐτῶν ἡ φυγή, σπουδῇ ἐδίωκεν· ἀλλὰ οἱ πολλοὶ μὲν αὐτῶν ἔφθασαν ἀποφυγόντες, διὰ μακροῦ γὰρ ἡ δίωξις ἐγίγνετο, ὅσοι δὲ κατὰ τὴν ἀποχώρησιν ἀσθενείᾳ ὑπελείποντο, οὗτοι ἐγκαταληφθέντες πρὸς τῆς στρατιᾶς ἀπέθανον ἐς πεντακοσίους μάλιστα.
ὡς δὲ ἀπέγνω διώκειν τοῦ πρόσω τοὺς φεύγοντας, ἐπανελθὼν ἐς τὰ Σάγγαλα τὴν πόλιν μὲν κατέσκαψε, τὴν χώραν δὲ τῶν Ἰνδῶν τοῖς πάλαι μὲν αὐτονόμοις, τότε δὲ ἑκουσίως προσχωρήσασι προσέθηκεν. καὶ Πῶρον μὲν ξὺν τῇ δυνάμει τῇ ἀμφʼ αὐτὸν ἐκπέμπει ἐπὶ τὰς πόλεις αἳ προσκεχωρήκεσαν, φρουρὰς εἰσάξοντα εἰς αὐτάς, αὐτὸς δὲ ξὺν τῇ στρατιᾷ ἐπὶ τὸν Ὕφασιν ποταμὸν προὐχώρει, ὡς καὶ τοὺς ἐπέκεινα Ἰνδοὺς καταστρέψαιτο. οὐδὲ ἐφαίνετο αὐτῷ πέρας τι τοῦ πολέμου ἔστε ὑπελείπετό τι πολέμιον.
τὰ δὲ δὴ πέραν τοῦ Ὑφάσιος εὐδαίμονά τε τὴν χώραν εἶναι ἐξηγγέλλετο καὶ ἀνθρώπους ἀγαθοὺς μὲν γῆς ἐργάτας, γενναίους δὲ τὰ πολέμια καὶ ἐς τὰ ἴδια δὲ σφῶν ἐν κόσμῳ πολιτεύοντας ʽπρὸς γὰρ τῶν ἀρίστων ἄρχεσθαι τοὺς πολλούς, τοὺς δὲ οὐδὲν ἔξω τοῦ ἐπιεικοῦς ἐξηγεῖσθαἰ, πλῆθός τε ἐλεφάντων εἶναι τοῖς ταύτῃ ἀνθρώποις πολύ τι ὑπὲρ τοὺς ἄλλους Ἰνδοὺς, καὶ μεγέθει μεγίστους καὶ ἀνδρείᾳ.
ταῦτα δὲ ἐξαγγελλόμενα Ἀλέξανδρον μὲν παρώξυνεν ἐς ἐπιθυμίαν τοῦ πρόσω ἰέναι· οἱ Μακεδόνες δὲ ἐξέκαμνον ἤδη ταῖς γνώμαις, πόνους τε ἐκ πόνων καὶ κινδύνους ἐκ
ὁρῶν ὑμᾶς, ὦ ἄνδρες Μακεδόνες τε καὶ ξύμμαχοι, οὐχ ὁμοίᾳ ἔτι τῇ γνώμῃ ἑπομένους μοι ἐς τοὺς κινδύνους, ξυνήγαγον ἐς ταὐτό, ὡς ἢ πείσας ἄγειν τοῦ πρόσω ἢ πεισθεὶς ὀπίσω ἀποστρέφεσθαι. εἰ μὲν δὴ μεμπτοί εἰσιν ὑμῖν οἱ μέχρι δεῦρο πονηθέντες πόνοι καὶ αὐτὸς ἐγὼ ἡγούμενος, οὐδὲν ἔτι προὔργου λέγειν μοί ἐστιν.