Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

Ἀλέξανδρος δέ, ἄγων τοὺς ὑπασπιστὰς καὶ τῶν ἑταίρων ἱππέων ὅσοι μὴ σὺν Ἡφαιστίωνι ἐτετάχατο καὶ τῶν πεζεταίρων καλουμένων τὰς τάξεις καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς ἱππακοντιστάς, προὐχώρει ἐς τὴν Ἀσπαςίων τε καὶ Γουραίων χώραν

p.185
καὶ Ἀσσακηνῶν.

πορευθεὶς δὲ παρὰ τὸν Χόην καλούμενον ποταμὸν ὀρεινήν τε ὁδὸν καὶ τραχεῖαν καὶ τοῦτον διαβὰς χαλεπῶς τῶν μὲν πεζῶν τὸ πλῆθος βάδην ἕπεσθαί οἱ ἐκέλευσεν, αὐτὸς δὲ ἀναλαβὼν τοὺς ἱππέας ξύμπαντας καὶ τῶν πεζῶν τῶν Μακεδόνων ἐς ὀκτακοσίους ἐπιβιβάσας τῶν ἵππων ξὺν ταῖς ἀσπίσι ταῖς πεζικαῖς σπουδῇ ἦγεν, ὅτι τοὺς ταύτῃ οἰκοῦντας βαρβάρους ξυμπεφευγέναι ἔς τε τὰ ὄρη τὰ κατὰ τὴν χώραν ἐξηγγέλλετο αὐτῷ καὶ ἐς τὰς πόλεις ὅσαι ὀχυραὶ αὐτῶν ἐς τὸ ἀπομάχεσθαι.

καὶ τούτων τῇ πρώτῃ καθʼ ὁδὸν πόλει ᾠκισμένῃ προσβαλὼν τοὺς μὲν πρὸ τῆς πόλεως τεταγμένους ὡς εἶχεν ἐξ ἐφόδου ἐτρέψατο καὶ κατέκλεισεν ἐς τὴν πόλιν, αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον· τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγένετο· ὁ γὰρ θώραξ ἔσχε τὸ μὴ οὐ διαμπὰξ διὰ τοῦ ὤμου ἐλθεῖν τὸ βέλος· καὶ Πτολεμαῖος ὁ Λάγου ἐτρώθη καὶ Λεοννάτος.

τότε μὲν δὴ ἵνα ἐπιμαχώτατον τοῦ τείχους ἐφαίνετο ἐστρατοπεδεύσατο πρὸς τῇ πόλει· τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω, διπλοῦν γὰρ τεῖχος περιεβέβλητο τῇ πόλει, ἐς μὲν τὸ πρῶτον ἅτε οὐκ ἀκριβῶς τετειχισμένον οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες, πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον ἀντισχόντες οἱ βάρβαροι, ὡς αἵ τε κλίμακες προσέκειντο ἤδη καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι, οὐκ ἔμειναν, ἀλλὰ κατὰ τὰς πύλας ὡς ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως.

καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν, ὅσους δὲ ζῶντας ἔλαβον αὐτῶν, ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες, ὅτι ἐτρώθη ὑπʼ αὐτῶν Ἀλέξανδρος ὀργιζόμενοι· οἱ πολλοὶ δὲ ἐς τὰ ὄρη, ὅτι οὐ μακρὰν τῆς πόλεως τὰ ὄρη ἦν, ἀπέφυγον. τὴν πόλιν δὲ κατασκάψας

p.186
ἐς Ἄνδακα ἄλλην πόλιν ἦγε. ταύτην δὲ ὁμολογίᾳ ἐνδοθεῖσαν κατασχὼν Κρατερὸν μὲν ξὺν τοῖς ἄλλοις ἡγεμόσι τῶν πεζῶν καταλείπει αὐτοῦ ἐξαιρεῖν ὅσαι ἄν ἄλλαι πόλεις μὴ ἑκοῦσαι προσχωρῶσι καὶ τὰ κατὰ τὴν χώραν ὅπως ξυμφορώτατον ἐς τὰ παρόντα κοσμεῖν.