Anonymi (Arriani, ut fertur) periplus maris Erythraei
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
62. Περὶ δὲ τούτους τοὺς τόπους πολὺ τῇ μεσογείῳ παρήκουσα Μασαλία παράκειται χώρα· γίνονται ἐν αὐτῇ σινδόνες πλεῖσται. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν ἀνατολὴν διαπεράσαντι τὸν παρακείμενον κόλπον ἡ Δησαρηνὴ χώρα, φέρουσα ἐλέφαντα τὸν λεγόμενον βωσαρὴ, καὶ μετʼ αὐτὴν, εἰς τὸν βορέαν ἤδη ἀπονεύοντος τοῦ πλοὸς, βάρβαρα πολλὰ ἔθνη, ἐν οἷς οἱ Κιρρᾶδαι, γένος ἀνθρώπων ἐντεθλιμμένων τὴν ῥῖνα,
63. Μετὰ δὲ ταῦτα, εἰς τὴν ἀνατολὴν [πλεόντων] καὶ τὸν ὠκεανὸν ἐν δεξιοῖς ἐχόντων, εὐώνυμα δὲ τὰ λοιπὰ μέρη ἔξωθεν παραπλεόντων, ὁ Γάγγης ἀπαντᾷ καὶ ἡ περὶ αὐτὴν ἐσχάτη τῆς ἀνατολῆς ἤπειρος, ἡ Χρυσῆ. Ποταμὸς δέ ἐστι περὶ αὐτὴν ὁ Γάγγης λεγόμενος, καὶ αὐτὸς μέγιστος τῶν κατὰ τὴν Ἰνδικὴν, ἀπόβασίν τε καὶ ἀνάβασιν τὴν αὐτὴν ἔχων τῷ Νείλῳ, καθʼ ὃν καὶ ἐμπόριόν ἐστιν ὁμώνυμον τῷ ποταμῷ, ὁ Γάγγης, διʼ οἷ φέρεται τό τε μαλάβαθρον καὶ ἡ Γαγγητικὴ νάρδος καὶ πινικὸν καὶ σινδόνες αἱ διαφορώταται, αἱ Γαγγητικαὶ λεγόμεναι. Λέγεται δὲ καὶ χρυσωρύχια περὶ τοὺς τόπους εἶναι, νόμισμά τε χρυ σοῦ, ὁ λεγόμενος κάλτις. Κατʼ αὐτὸν δὲ τὸν ποταμὸν νῆσός ἐστιν ὠκεάνιος, ἐσχάτη τῶν πρὸς ἀνατολὴν μερῶν τῆς οἰκουμένης, ὑπʼ αὐτὸν ἀνέχοντα τὸν ἥλιον, καλουμένη Χρυσῆ, χελώνην ἔχουσα πάντων τῶν κατὰ τὴν Ἐρυθρὰν τόπων ἀρίστην.
64. Μετὰ δὲ ταύτην τὴν χώραν ὑπʼ αὐτὸν ἤδη τὸν βορέαν, ἔξωθεν εἰς Θινός τινα τόπον ἀποληγούσης τῆς θαλάσσης, παράκειται ἐν αὐτῇ πόλις μεσόγειος μεγίστη, λεγομένη Θῖναι, ἀφʼ ἧς τό τε ἔριον καὶ τὸ νῆμα καὶ τὸ οόνιον τὸ Σηρικὸν εἰς τὰ Βαρύγαζα διὰ Βάκτρων πεζῇ φέρεται καὶ εἰς τὴν Λιμυρικὴν πάλιν διὰ τοῦ Γάγγου
65. Κατʼ ἔτος δὲ παραγίνεται ἐπὶ τὴν συνορίαν τῆς Θινὸς ἔθνος τι, τῷ μὲν σώματι κολοβοὶ καὶ σφόδρα πλατυπρόσωποι, ἐννοίαις δὲ λῷστοι αὐτοὺς [δὲ] λέγεσθαί [φασι] Σησάτας, παρομοίους ἀνημέροις· παραγίνονται σὺν γυναιξὶ καὶ τέκνοις, βαστάζοντες φορτία μεγάλα [καὶ] ταρπόνας ὠμαμπελίνοις παραπλησίας, εἶτʼ ἐνεπιμένουσιν ἐπί τινα τόπον τῆς συνορίας αὐτῶν καὶ τῶν ἐπὶ τῆς Θινὸς, καὶ ἑορτάζουσιν ἐπί τινας ἡμέρας, ὑποστρώσαντες ἑαυτοῖς τὰς ταρπόνας, καὶ ἀπαίρουσιν εἰς τὰ ἴδια εἰς τοὺς ἐσωτέρους τόπους. Οἱ δὲ ταῦτα δοκεύοντες τότε παραγίνονται ἐπὶ τοὺς τόπους καὶ συλλέγουσι τὰ ἐκείνων ὑποστρώματα, καὶ ἐξινιάσαντες καλάμους τοὺς λεγομένους πέτρους ἐπὶ λεπτὸν ἐπιδιπλώσαντες τὰ φύλλα καὶ σφαιροειδῆ ποιοῦντες διείρουσι ταῖς ἀπὸ τῶν καλάμων ἴναις. Γίνεται δὲ γένη τρία· ἐκ μὲν τοῦ μείζονος φύλλου τὸ ἁδρόσφαιρον μαλάβαθρον λεγόμενον, ἐκ δὲ τοῦ ὑποδεεστέρου
66. Τὰ δὲ μετὰ [τούτους] τοὺς τόπους, διά τε ὑπερβολὰς χειμώνων καὶ πάγους μεγίστους δύσβατα ὄντα, εἴτε καὶ θείᾳ τινὶ δυνάμει θεῶν, ἀνερεύνητά ἐστιν.