Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη
  • νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος
  • δισχιλίων καὶ πεντακοσίων που σχεδόν
  • σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη,
  • στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη
  • ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν
  • Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ
  • ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα
  • αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν
  • εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον
  • δύνοντα, κλειστὸν λιμένʼ ἔχουσαν χἱερόν