Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν.
  • Τῆς Ἑλλέδος ἐστὶν Ἀμβρακία πρώτη πόλις.
  • Αὕτη δʼ ἀποικία λέγεται Κορινθίων
  • εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον
  • Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δʼ ἔχει
  • ἀπὸ τῆς θαλάττης δγδοήκοντʼ. ἐπιφανὲς δʼ
  • ἱερὸν Ἀθηνᾶς ἐστ᾿ ἐν αὐτῇ καὶ λιμήν
  • κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δʼ ὅλη.
  • Ἡ δʼ Ἑλλὰς ἀπὸ τῆς Ἀμβρακίας εἶναι δοκεῖ
  • μάλιστα συνεχῆς· τὸ πέρας αὐτῆς δʼ ἔρχεται
  • ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει,