Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ,
  • ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον,
  • ὅπερ ἐνιοι ποιοῦσʼ ἐμαυτοῦ τιθέμενος
  • νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα,
  • ὑποταττομένας ταύτη δὲ τὰς ἑξῆς πόλεις,
  • στοιχεῖον οὐκ ἄμουσον ἅμα θʼ Ἑλληνικόν
  • ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις
  • ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν
  • ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα,
  • ταῦτʼ ἐμμέτρως ῥηθήσετ᾿ ἐν βραχεῖ χρόνῳ,
  • ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον·
  • ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν
  • κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις,
  • ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί
  • λιμένας, ἅ τʼ ἐκτὶν ἐν Πελοποννήσῳ γένη
  • λεγόμενα χὡμοροῦντ᾿ ἑαυτοῖς κατὰ τόπους,
  • ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ,
  • φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων,
  • ὥστ᾿ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν
  • νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλʼ ἐσπευσμένην