Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινά
  • καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον
  • τετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος.
  • 229
  • (Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.)
  • Ὁ ποταμός
  • Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς,
  • τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων,
  • ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.
  • Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις
  • Τύρας, ἄποικος γενομένη Μιλησίων.
  • Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένην
  • ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ
  • κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη,
  • μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένης
  • κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι
  • κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν.
  • διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν
  • ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει
  • 230
  • ἔχει ποταμῷ.
  • Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος,