Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη.
  • 222
  • Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,
  • ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος,
  • ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου
  • ἐκ τῆς Ἀσίας διαβάντες ἔλαβε δʼ ἡ Θάσος
  • ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ᾿ , ὡς καὶ νῦν ἔχει.
  • Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
  • Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι.
  • Τῶν δʼ ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις
  • Ἄβδηῤ, ἀπʼ Ἀβδήρου μὲν ὠνομασμένη
  • τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ
  • ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
  • ἵππων φθαρῆναι Τήιοι δὲ τὴν πόλιν
  • συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά.
  • Ταύτης δʼ ἐπί ταδι ποταμός ἐστι κείμενος
  • Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν
  • μερῶν λαβοῦσα τοὔνομ᾿ ἀπὸ τῶν Βιστόνων
  • Θρακῶν προμήκης ἐστὶ λίμνη Βιστονίς.
  • Εἶτεν Μαρώνει᾿ , οὗ κατοικῆσαι τὸ πρίν
  • τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ·