Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτωΛίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες,ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν·πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα· ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισανῬόδιοι. Μεθ᾿ οὓς ἐλθόντες εἰς Ἱβηρίανοἱ Μασσαλίαν κτίσαντες ἔσχον ΦωκαεῖςἈγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγαςποταμὸς παραρρεῖ, Μασσαλία δʼ ἐστʼ ἐχομένη, πόλις μεγίστη, Φωκαέων ἀποικία.Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτίσανπρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένηςἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι.Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν. Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίονπόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη.Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δʼ εἰσὶν αἱπρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος,κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι. Τυρρηνίαν δʼ ὁ Λυδὸς Ἄτυος ἔκτισεν