Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω, τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην.Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένοςπρὸς σὴν κατὰ λόγον ἧκα κοινὴν γὰρ σχεδόντοῖς φιλομαθοῦσιν ἀναδέδειχας ἑστίαν·θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει., Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίνἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίαςκτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόνὅσ᾿ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων.Τούτων δʼ ὅσα μὲν εὔσημά τʼ ἐστὶ καὶ σαφῆ ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι,ὅσα δʼ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα,ὁ κατὰ μέρος ταῦτʼ ἐξακριβώσει λόγος,ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένηςἔχειν σε περιορισμὸν ἐπιτετμημένον, ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις,198
τὴν τῶν δύʼ ἠπείρων τε κατὰ μέρος θέσιν,ἐν ἑκατέρᾳ τινες εἰσὶν Ἑλλήνων πόλεις,τίνες ἐκτίσαν, κατὰ τίνας ᾤκησαν χρόνους,