De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

186
[*](Phot.) 97. Τούτων δὲ τῶν ἀνδρῶν συνεχεῖς Κάρβαι κατέχουσι τὴν ἤπειρον, ἐκδεχομένου λιμένος ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέγιστον τῶν κατὰ τὴν Ἀραβίαν καὶ παντοίας κύριον εὐδαιμονίας. Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παῤ ἡμῖν γινόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούντων ἀξιολογώτερα. Βοσκημάτων κεχορήγηνται πλήθεσιν ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν θέας τε καὶ λόγου κρείττω τέρψιντοῖς ἀφικνουμένοις κατασκευάζουσα. Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ πόα τις ἄλλη πρόσφατος μὲν ἡδίστην ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ τῷ χρονίζειν γινομένη συντόμως ἐξίηλος, ὥστε πρότερον ἀπαμαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παραπέμπεσθαι τοῦ γένους τὴν δύναμιν. Ἐπὶ δὲ τῆς μεσογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι· δένδρα γὰρ ἠλίβατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ
187
[*](Phot.) κινναμώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων ἀνεῖται τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δηλωτὸν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος ὄγκου διακεχωρισμένην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀποπέμπουσαν, ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοεῖν ἀπολαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζητοῦντος οἰκεῖον τῆς ὑπερβολῆς.
[*](Diod.) 97. Μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. Νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παῤ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. Εὐωδία τε γὰρ αὐτὴν πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα. Κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος. Κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθʼ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κινναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς. Θεία γάρ τις φαίνεται καὶ λό-
187
[*](Diod.) γου κρείττων ἡ προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία· καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως. Κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης· οὐ γὰρ ὥσπερ παῤ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως. Κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι τὴν παράλιον προσηνές καὶ πολὺ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε γὰρ τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλʼ ἀπʼ αὐτῆς τῆς νεαρωτάτης ὥρας, καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως· ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν.