De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

95. Τὴν δὲ χέρσον τὴν ἐχομένην τῆς ὀρεινῆς νέμον-
184
[*](Diod.) ται τῶν Ἀράβων οἱ καλούμενοι Δέβαι. Οὗτοι δὲ καμηλοτροφοῦντες πρὸς ἅπαντα χρῶνται τὰ μέγιστα τῶν κατὰ τὸν βίον τῇ τοῦ ζῴου τούτου χρεία· πρὸς μὲν γὰρ τοὺς πολεμίους ἀπὸ τούτων μάχονται, τὰς δὲ κομιδὰς τῶν φορτίων ἐπὶ τούτων νωτοφοροῦντες ῥᾳδίως ἅπαντα συντελοῦσι, τὸ δὲ γάλα πίνοντες ἀπὸ τούτων διατρέφονται, καὶ τὴν ὅλην χώραν περιπολοῦσιν ἐπὶ τῶν δρομάδων καμήλων. Κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον, ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν. Οἱ δʼ ἐγχώριοι τῆς μὲν ἐργασίας τῆς τοῦ χρυσοῦ παντελῶς εἰσιν ἄπειροι· φιλόξενοι δʼ ὑπάρχουσιν, οὐ πρὸς πάντας τοὺς ἀφικνουμένους, ἀλλὰ πρὸς μόνους τοὺς ἀπὸ Βοιωτίας καὶ Πελοποννήσου διά τινα παλαιὰν ἀφ᾿ Ἡρακλέους οἰκειότητα πρὸς τὸ ἔθνος, ἣν μυθικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν.
96. Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασανδρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προει-
185
[*](Phot.) ρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀήρ οὔτε ξηρὸς οὔτε ἔμπυρος, μαλακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων, ἀφʼ ἧς ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαιροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχάνει θεραπείας, τῶν λαῶν ἀπειροτέρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώρας ὑπονόμοις εὑρίσκουσι πολὺν, οὐ τὸν συντηκόμενον μετʼ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παῤ Ἕλλησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆνος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλικοῖς παραβάλλεσθαι καρύοις. Ὃν τρήσαντες ἐναλλὰξ διαφανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετάγοντες πωλοῦσιν εὐτελῶς· τὸν μέν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον. Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρουμένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν, ἀλλὰ πρὸς τὴν χρείαν.