De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

183
[*](Phot.) 94. Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθʼ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολήν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον.
94. Μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθʼ ὅν, ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον.