De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

93. Ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν τὴν κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικὰς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνθαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς. Συντετρημένων δʼ αὐτῶν
182
[*](Diod.) πρὸς ἀλλήλας, καὶ τῆς θαλάττης βάθος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτέ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι. Τοῦ δὲ κύματος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν θαυμαστὸν τὸ πλῆθος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοίλωμα σπασμὸν ποιεῖ καταπληκτικὸν, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποθνήσκειν. Ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί· τὴν δʼ ἑξῆς ἐπέχει κόλπος εὐμεγέθης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις. Ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἄμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, μέλανες τὴν χρόαν. Μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν εἰς αὐ-
183
[*](Diod.) τὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμουθάς. Ὑπὸ γὰρ χηλήν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν θαυμαστὸς, ἀλλὰ καὶ κατὰ τὴν εὐχοηστίαν πολὺ τοὺς ἄλλους ὑπεράγων· παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφὲς, κυκλούμενον πανταχόθεν ἐπὶ σταδίους ἑκατόν· εἴσπλουν δʼ ἔχει δίπλεθρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος. Χωρὶς δὲ τούτων εὔυδρός τέ ἐστι καθʼ ὑπερβολὴν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα. Καθόλου δʼ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι· περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν. Ἰχθύων δὲ πλῆθος ἐκ τῆς μεγάλης θαλάττης εἰς αὐτὸν ἀθροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων. Παραπλεύσαντι δὲ τοὺς τόπους τούτους ὄρη πέντε διεστηκότα ἀλλήλων εἰς ὕψος ἀνατείνει, συναγομένας ἔχοντα τὰς κορυφὰς εἰς πετρώδη μαστὸν, παραπλήσιον φαντασίαν ἀποτελοῦντα ταῖς κατʼ Αἴγυπτον πυραμίσιν. Ἑξῆς δ᾿ ἐστὶ κόλπος κυκλοτερὴς μεγάλοις ἀκρωτηρίοις περιεχόμενος, οὗ κατὰ μέσην τὴν διάμετρον ἀνέστηκε λόφος τραπεζώδης, ἐφ᾿ οὗ τρεῖς ναοὶ θαυμαστοὶ τοῖς ὕψεσιν ᾠκοδόμηνται θεῶν, ἀγνοουμένων μὲν ὑπʼ Ἑλλήνων, τιμωμένων δʼ ὑπὸ τῶν ἐγχωρίων διαφερόντως.