De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

91. Ἑξῆς δὲ τῇ προειρημένῃ παραλία νῆσοι τρεῖς
181
[*](Diod.) ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. Καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν· παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παῤ ἡμῖν.
92. Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἐστιν ἰδεῖν αἰγιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν οὐ λιμήν εὔορμος, οὐ σάλος ἐπʼ ἀγκύρας, οὐ κόλπος ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ, τὸν ναυτίλον δεχόμενον.