De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

91. Τὴν δʼ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται,
181
[*](Phot.) λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδὼ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις, οὐ ταῖς παῤ ἡμῖν, ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις.
91. Ἑξῆς δὲ τῇ προειρημένῃ παραλία νῆσοι τρεῖς
181
[*](Diod.) ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. Καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν· παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παῤ ἡμῖν.