De Rubro Mari
Agatharchides
Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
91. Τὴν δʼ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται,181[*](Phot.) λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδὼ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις, οὐ ταῖς παῤ ἡμῖν, ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις.