De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

63. Ὁπλισμὸν δʼ ἔχουσι τῶν Τρωγλοδυ τῶν οἱ μὲν ὀνομαζόμενοι Μεγαβαρεῖς κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας. Ταφαῖς δὲ παντελῶς ἐξηλλαγμέναις ἐπιχωριάζουσι· τοῖς γὰρ τῶν παλιούρων λύ-
155
[*](Diod.)γοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι· θέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίθοις χειροπληθέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίθοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα· τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιθέντες ἀπολύονται, συμπάθειαν οὐδεμίαν λαμβάνοντες. Πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλʼ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. Ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι. Πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντων γυμνὸν τῶν σκεπαστηρίων ὅπλων. Διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ. μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν· ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν. Οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως· τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου
156
[*](Diod.) τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπʼ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν. Ὁμοίως δὲ νόμιμον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον. Διὸ καὶ πάντας ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δʼ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἐξήκοντα ἔτη.