De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

35. Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μηχανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν, ὥστε τοῖς μὴ δοῦσιν ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀναπλήρωσιν κατʼ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τούτοις παραμενούσης, τοὺς
133
[*](Phot.)εἰρημένους κόγχους συλλέγουσιν, καὶ τούτους φύκει τε προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων κεφαλαῖς ἐν ὀρύγμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης, ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν.