De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

192
[*](Diod.) 105. Τὸν δʼ ἥλιον οὐχ ὥσπερ παῤ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλ᾿ ἔτι νυκτὸς οὔσης οσκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν. Διὸ καὶ μηδέποθʼ ἡμέραν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον. Ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δὲ ἀφʼ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ I. κυκλοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν· ἐμβριθεστέρν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτ᾿ αὐγὴν ποιεῖν μήτʼ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δ᾿ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθʼ ὑπερβολήν. Κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτάν· δοκεῖν γὰρ τοῖς δρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δʼ Ἀγαθαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν. Τοῦτον δὲ
193
[*](Diod.) τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσθαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου.