De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

100. Τοῦ δʼ ἔθνος τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σάβας, ἐπʼ ὄρους ᾠκισμένη. Βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς
189
[*](Diod.) ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς. Μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μὴ, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.