Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

26. Ἐξ Ἀνθηδόνος εἰς Χαλκίδα στάδια ο΄· μέχρι τοῦ Σαλγανέως ὁδὸς παρὰ τὸν αἰγιαλὸν λεία τε πᾶσα καὶ μαλακή· τῂ μὲν καθήκουσα εἰς θάλατταν, τῇ δὲ ὄρος οὐχ ὑψηλὸν μέν ἔχουσα, λάσιον δὲ καὶ ὕδασι πηγαίοις κατάρρυτον.

(27) Ἡ δὲ τῶν Χαλκιδέων πόλις ἐστὶ μὲν σταδίων ο΄, μείζων τῆς ἐξ Ἀνθηδόνος εἰς αὐτὴν φερούσης ὁδοῦ· γεώλοφος δὲ πᾶσα καὶ σύσκιος, ὕδατα ἔχουσα τὰ μὲν πολλὰ ἁλυκὰ, ἓν δʼ ἡσυχῆ μέν ὑπόπλατυ, τῇ δὲ χρεία ὑγιεινὸν καὶ ψυχρὸν, τὸ ἀπὸ τῆι κρήνης τῆς 1καλουμένης Ἀρεθούσης ῥέον ἱκανὸν, ὡς δυναμένης παρέχειν τὸ ἀπὸ τῆς πηγῆς νᾶμα πᾶσι τοῖς τὴν πόλιν κατοικοῦσι.

(28) Καὶ τοῖς κοινοῖς δὲ ἡ πόλις διαφόρως κατεσκεύασται γυμνασίοις, στοαῖς, ἱεροῖς, θεάτροις, γραφαῖς, ἀνδριάσι, τῇ ἀγορᾷ κειμένη πρὸς τὰς τῶν ἐργασιῶν χρείας ἀνυπερβλήτως.

(29) Ὁ γὰρ ἀπὸ τοῦ τῆς Βοιωτίας Σαλγανέως καὶ τῆς τῶν Εὐβοέων θαλάττης βοῦς εἰς τὸ αὐτὸ συμβάλλων κατὰ τὸν Εὔριπον φέρεται παῤ αὐτὰ τὰ τοῦ λιμένος τείχη, καθʼ ὃ συμβαίνει τὴν κατὰ τὸ ἐμπόριον εἶναι πύλην, ταύτης δʼ ἔχεσθαι τὴν ἀγορὰν πλατεῖάν τε οὖσαν καὶ στοαῖς τρισὶ συνειλημμένην. Σύνεγγυς οὖν κειμένου τῆς ἀγορᾶς τοῦ λιμένος καὶ ταχείας τῆς ἐκ τῶν πλοίων γινομένης τῶν φορτίων ἐκκομιδῆς, πολὺς ὁ καταπλέων ἐστὶν εἰς τὸ ἐμπόριον. Καὶ γὰρ ὁ Εὔριπος δισσὸν ἔχων τὸν εἴσπλουν ἐφέλκεται τὸν ἔμπορον εἰς τὴν πόλιν.

(30) Ἡ δὲ χώρα πᾶσα αὐτῶν ἐλαιόφυτος, ἀγαθὴ δὲ καὶ ἡ θάλαττα. Οἱ δ᾿ ἐνοικοῦντες Ἕλληνες οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ φωνῇ· τῶν μαθημάτων ἐντός· φιλαπόδημοι· γραμματικοί· τὰ προσπίπτοντα ἐκ τῆς πατρίδος δυσχερῆ γενναίως φέροντες· δουλεύοντες

106
γὰρ πολὺν ἤδη χρόνον, τοῖς δὲ τρόποις ὄντες ἐλεύθεροι, μεγάλην εἰλήφασιν ἕξιν τοῦ φέρειν ῥᾳθύμως τὰ προσπίπτοντα. Ὁ στίχος Φιλίσκου·
  • Χρηστῶν σφόδῤ ἐστὶ Χαλκὶς Ἑλλήνων πόλις.
  • Ὅτι τὸ καλούμενον Πήλιον ὄρος μέγα τ᾿ ἐστὶ καὶ ὑλῶδες, δένδρα ἔχον τοσαῦτα καρποφόρα, ὅσα καὶ τὰς τῶν γεωργουμένων συμβαίνει χώρας. Τοῦ δʼ ὄρους ἡ μεγίστη καὶ λασιωτάτη ῥίζα τῆς πόλεως κατὰ μέν πλοῦν ἀπέχει στάδια, πεζῇ δὲ κ΄.

    (2) Πᾶν δ᾿ ἐστὶ τὸ ὄρος μαλακὸν, γεώλοφόν τε καὶ πάμφορον· ὕλης δʼ ἐν αὐτῷ πᾶν φύεται γένος· πλείστην δʼ ὀξύην ἔχει καὶ ἐλάτην, σφένδαμνόν τε καὶ ζυγίαν, ἔτι δὲ κυπάρισσον καὶ κέδρον· ἔστι δʼ ἐν αὐτῶ καὶ ἄνθη, τά τε ἄγρια καλούμενα λείρια καὶ λυχνῖδες.

    (3) Γίνεται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἐν τοῖς χερσώδεσι μάλιστα χωρίοις καὶ ῥίζα δένδρου, ἥτις τῶν ὄφεων δήγματα δοκεῖ ἀπέχειν ἐπικίνδυνα· τοὺς μὲν ἐκ τῆς χώρας ἐν ᾗ πέφυκε τῇ δσμῇ μακρὰν ἀπελαύνει, τοὺς δʼ ἐγγίσαντας ἀχρειοῖ, κάρον καταχέουσα, τοὺς δʼ ἁψαμένους αὐτῆς ἀναιρεῖ τῇ ὀσμῇ·

    (4) τοιαύτην τὴν δύναμιν ἔχει,

    107
    τοῖς δʼ ἀνθρώποις ἡδεῖα καταφαίνεται· τῆ τοῦ θύμου γάρ ἐστιν ἀνθοῦντος ὀσμῇ παραπλησία, τοὺς δὲ δνχθέντας ὑφ᾿ οὑποτοῦν ὄφεως ἐν οἴνῳ δοθεῖσα ὑγιάζει.