Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

Ἐντεῦθεν εἰς τὸ Ἀθηναίων ἔπεισιν --- ἄστυ· ὁδὸς δὲ ἡδεῖα, γεωργουμένη πᾶσα, ἔχουσά [τι] τῇ ὄψει φιλάνθρωπον.

98
Ἡ δὲ πόλις ξηρὰ πᾶσα, οὐκ εὔυδρος, κακῶς ἐρρυμοτομημένη διὰ τὴν ἀρχαιότητα. Αἱ μέν πολλαὶ2 τῶν οἰκιῶν εὐτελαῖς, ὀλίγαι δὲ χρήσιμαι. Ἀπιστηθείη δʼ ἂν ἐξαίφνης ὑπὸ τῶν ξένων θεωρουμένη, εἰ αὐτή ἐστιν ἡ προσαγορευομένη τῶν Ἀθηναίων πόλις· μετ᾿ οὐ πολὺ δὲ πιστεύσειεν ἄν τις. Ὠδεῖον τῶν ἐν τῇ οἰκουμένῃ κάλλιστον· θέατρον ἀξιόλογον, μέγα καὶ θαυμαστόν· Ἀθηνᾶς ἱερὸν πολυτελές, ἀπόψιον, ἔξιον θεᾶς, ὁ καλούμενος Παρθενὼν, ὑπερκείμενον τοῦ θεάτρου· μεγάλην κατάπληξιν ποιεῖ τοῖς θεωροῦσιν· Ὀλύμπιον, ἡμιτελές μὲν, κατάπληξιν δʼ ἔχον τὴν τῆς οἰκοδομίας ὑπογραφὴν, γενόμενον δʼ ἂν βέλτιστον, εἴπερ συνετελέσθη· γυμνάσια τρία, Ἀκαδημία, Λύκειον, Κυνόσαργες, πάντα κατάδενδρά τε καὶ τοῖς ἐδάφεσι ποώδη, χόρτοι παντοθαλεῖς φιλοσόφων παντοδαπῶν, ψυχῆς ἀπάται καὶ ἀναπαύσεις· σχολαὶ πολλαὶ, θέαι συνεχεῖς.

2. Τὰ γινόμενα ἐκ τῆς γῆς πάντα ἀτίμητα καὶ πρῶτα τῇ γεύσει, μικρῷ δὲ σπανιώτερα. --- Ἀλλ᾿ ἡ τῶν ξένων ἑκάστοις συνοικειουμένη ταῖς ἐπιθυμίαις εὐάρμοστος διατριβὴ περισπῶσα τὴν διάνοιαν ἐπὶ τὸ ἀρέσκον λήθην τῆς δουλείας ἐργάζεται. Ἔσιι δὲ τοῖς μὲν

99
θέαις ἡ πόλις καὶ σχολαῖς τοῖς δημοτικοῖς ἀνεπαίσθητος [ὁ] λιμὸς, λήθην ἐμποιούσαις τῆς τῶν σίτων προσφορᾶς· ἐφόδια δὲ ἔχουσιν οὐδεμία τοιαύτη πρὸς ἡδονήν --- Καὶ ἕτερα δὲ ἡ πόλις ἡδέα ἔχει καὶ πολλά. Καὶ γὰρ αἱ σύνεγγυς αὐτῆς πόλεις προάστεια τῶν Ἀθηναίων εἰσίν --- .

3. Ἀγαθοὶ δέ οἱ κατοικοῦντες αὐτὴν παντὶ τεχνίτῃ περιποιῆσαι δόξαν μεγάλην, ἐπὶ τοῖς εὖ τετεχνημένοις ἐκβάλλοντες τὰς εὐημερίας, [ὡς] θαυμαστὸν τὴν πόλιν λιθίνων ζώων [εἶναι] διδασκαλεῖον.

4. Τῶν δʼ ἐνοικούντων οἱ μὲν αὐτῶν Ἀττικοὶ, οἱ δʼ Ἀθηναῖοι. Οἱ μὲν Ἀττικοὶ περίεργοι ταῖς λαλιαῖς, ὕπουλοι, συκοφαντώδεις, παρατηρηταὶ τῶν ξενικῶν βίων οἱ δʼ Ἀθηναῖοι μεγαλόψυχοι, ἁπλοῖ τοῖς τρόποις, φιλίας γνήσιοι φύλακες. Διατρέχουσι δέ τινες ἐν τῇ πόλει, λογογράφοι, σείοντες τοὺς παρεπιδημοῦντας καὶ εὐπόρους τῶν ξένων· οὃς ὅταν ὁ δῆμος λάβῃ, σκληραῖς περιβάλλει ζημίαις. Οἱ δὲ εἰλικρινεῖς Ἀθηναῖοι δριμεῖς τῶν τεχνῶν ἀκροαταὶ καὶ θεαταὶ συνεχεῖς.