Periplus Hannonis
Hanno
Hanno, Periplus; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν ἔξω Στηλῶν Ἡροκλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων. Καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σἶτα καὶ τὴν ἄλλην παρασκευήν.
2. Ὡς δʼ ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δʼ αὐτῇ μέγα ὑπῆν.
3. Κἄπειτα πρὸς ἑσπέραν ἀναχθέντες ἐπὶ Σολόεντα, Λιβυκὸν ἀκρωτήριον λάσιον δένδρεσι, συνήλθομεν.
4. Ἔνθα Ποσειδῶνος ἱερὸν ἱδρυσάμενοι πάλιν ἐπέβῃμεν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας ἥμισυ, ἄχρι ἐκομίσθημεν εἰς λίμνην οὐ πόρρω τῆς θαλάττης κειμένην, καλάμου μεστήν πολλοῦ καὶ μεγάλου· ἐνῆσαν δὲ καὶ ἐλέφαντες καὶ τἆλλα θηρία νεμόμενα πάμπολλα.
5. Τήν τε λίμνην παραλλάξαντες ὅσον ἡμέρας πλοῦν, κατῳκίσαμμεν πόλεις πρὸς τῇ θαλάττῃ καλουμένας Καρικόν
6. Κἀκεῖθεν δʼ ἀναχθέντες ἤλθομεν ἐπὶ μέγαν ποταμὸν Λίξον, ἀπὸ τῆς Λιβύης ῥέοντα. Παρὰ δʼ αὐτὸν
7. Τούτων δὲ καθύπερθεν Αἰθίοπες ᾤκουν ἄξενοι, γῆν νεμόμενοι θηριώδη, διειλημμένην ὄρεσι μεγάλοις, ἐξ ὧν ῥεῖν φασι τὸν Λίξον, περὶ δὲ τὰ ὄρη κατοικεῖν ἀνθρώπους ἀλλοιομόρφους, Τρωγλοδύτας· οὓς ταχυτέρους ἵππων ἐν δρόμοις ἔφραζον οἱ Λιξῖται.
8. Λαβόντες δὲ παρʼ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ
9. Τοὐντεῦθεν εἰς λίμνην ἀφικόμεθα, διά τινος ποταμοῦ μεγάλου διαπλεύσαντες, [ᾧ ὄνομα] Χρετης·
10. Ἐκεῖθεν πλέοντες εἰς ἕτερον ἤλθομεν ποταμὸν μέγαν καὶ πλατὺν, γέμοντα κροκοδείλων καὶ ἵππων ποταμίων. Ὅθεν δὴ πάλιν ἀποστρέψαντες εἰς Κέρνην ἐπανήλθομεν.
11. Ἐκεῖθεν δὲ ἐπὶ μεσημβρίαν ἐπλεύσαμεν δώδεκα ἡμέρας, τὴν γῆν παραλεγόμενοι, ἣν πᾶσαν κατῴκουν Αἰθίοπες φεύγοντες ἡμᾶς καὶ οὐχ ὑπομένοντες· ἀσύνετα δʼ ἐφθέγγοντο καὶ τοῖς μεθʼ ἡμῶν Λιξίταις.
12. Τῇ δʼ οὖν τελευταίᾳ ἡμέρᾳ προσωρμίσθημεν ὄρεσι μεγάλοις δασέσιν. Ἦν δὲ τὰ τῶν δένδρων ξύλα εὐώδη τε καὶ ποικίλα.
13. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα
14. Ὑδρευσάμενοι δ’ ἐκεῖθεν ἐπλέομεν εἰς τοὔμπροσθεν ἡμέρας πέντε παρὰ γῆν, ἄχρι ἤλθομεν εἰς μέγαν κόλπον, ὃν ἔφασαν οἱ ἑρμηνέες καλεῖσθαι Ἑσπέρου Κέρας. Ἐν δὲ τούτῳ νῆσος ἦν μεγάλη καὶ ἐν τῆ
15. Ταχὺ δʼ ἐκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστ[ήν· μέγιστ]οι δʼ ἀπʼ αὐτῆς
16. Ταχὺ οὖν κἀκεῖθεν φοβηθέντες ἀπεπλεύσαμεν. Τέτταρας δʼ ἡμέρας φερόμενοι, νυκτὸς τὴν γῆν ἀφεωρῶμεν φλογὸς μεστήν· ἐν μέσῳ δʼ ἦν ἠλίβατόν τι πῦρ, τῶν ἄλλων μεῖζον, ἁπτόμενον, ὡς ἐδόκει, τῶν ἄστρων. Τοῦτο δʼ ἡμέρας ὄρος ἐφαίνετο μέγιστον, Θεῶν ὄχημα καλούμενον.
17. Τριταῖοι δʼ ἐκεῖθεν πυρώδεις ῥύακας παραπλεύσαντες ἀφικόμεθα εἰς κόλπον Νότου Κέρας λεγόμενον.
18. Ἐν δὲ τῷ μυχῷ νῆσος ἦν, ἐοικυῖα τῇ πρώτῃ, λίμνην ἔχουσα· καὶ ἐν ταύτῃ νῆσος ἦν ἑτέρα, μεστὴ ἀνθρώπων ἀγρίων. Πολὺ δὲ πλείους ἦσαν γυναῖκες, δασεῖαι τοῖς σώμασιν· ἃς οἱ ἑρμηνέες ἐκάλουν Γορίλλας. Διώκοντες δὲ ἄνδρας μὲν συλλαβεῖν οὐκ ἠδυνήθημεν,